Ancient Greek
Page 83
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 83
Not analysed yet
θρωπος γὰρ ἦν, φησίν, ἐν χώρᾳ τῇ Αὐσίτιδι». δεδήλωκε δὲ τοῦτο καὶ ὁ μακάριος Μωϋσῆς· τῶν γὰρ ἐκ τοῦ Ἡσαῦ βεβασιλευκότων τὰς διαδοχὰς συγγράφων, οὕτως ἔφη· «ἀπέθανε δὲ Βαλὰκ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Ἰωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόρας»· συμφωνεῖ δὲ ταῦτα τῇ τοῦ Ἰὼβ ἱστορίᾳ. XCVI Διὰ τί ἐφθόνησαν τῷ Ἰωσὴφ οἱ ἀδελφοὶ αὐτοῦ; Ἠγαπᾶτο παρὰ τοῦ πατρὸς καὶ ὡς ὀψίγονος καὶ ὡς τῆς Ῥαχὴλ υἱὸς καὶ ὡς ἀρετῇ διαπρέπων· ἐβάσκαινον τοίνυν ὁρῶντες αὐτὸν προτιμώμενον· καὶ πρῶτον μὲν ἐπειράθησαν κακῶς αὐτὸν παρὰ τῷ πατρὶ διαθεῖναι, πολλαῖς κατ' αὐτοῦ λοιδορίαις χρησάμενοι· τοῦ σκοποῦ δὲ διαμαρτόντες, ἀνελεῖν ἠβουλήθησαν, εἶτα συμβουλευθέντες ἀπέδοντο. τὸ δὲ τῶν δραγμάτων ὄναρ προσημαίνει τὴν διὰ τῶν πυρῶν γεγενημένην προσκύνησιν· σιτοδοχίας γὰρ χάριν εἰς τὴν Αἴγυπτον εἰσελθόντες, κατὰ τὴν πρόρρησιν προσεκύνησαν. XCVII Τί δήποτε ἡ Θάμαρ ἑταιρικὸν σχῆμα περιθεμένη τὸν κηδεστὴν ἐξηπάτησεν; Περιφανὲς ἄγαν ἐγεγόνει τοῦ Ἀβραὰμ τὸ γένος δι' ἣν εἶχεν εὐσέβειαν. τοῦτο ἡ Θάμαρ εἰδυῖα, σπουδὴν ἔσχεν ἐξ ἐκείνου παιδοποιῆσαι τοῦ γένους· ἐπειδὴ τοίνυν αὐτὴν ὁ κηδεστὴς οὐ κατηγγύησε τῷ νεωτάτῳ παιδί, δείσας μὴ τοῖς ἀδελφοῖς παραπλησίως καὶ αὐτὸς τελευτήσῃ ἠναγκάσθη κλέψαι τῆς παιδοποιΐας τὰς ἀφορμάς, ἐπειδὴ προφανῶς λαβεῖν αὐτὰς ἐκωλύετο. πρὸς δὲ τούτῳ καὶ ἐλέγχει τὸν κηδεστήν, ὡς αὐτὸν μὲν οὐ σωφρονοῦντα, αὐτὴν δὲ σωφρονεῖν ἀναγκάζοντα. τοῦτο δὲ κἀκεῖνος κρίνων ἐδήλωσε· κύουσαν μὲν γὰρ αὐτὴν μεμαθηκώς, κατεψηφίσατο θάνα-