Ancient Greek
860.4
Theophylactus Simocatta, Epistulae 860.4
Unproofread scanNot analysed yet
ιζ'. Μελπωμένη Πραξιμέλη. Ἐπὶ τὸ Λεωχώριον τὰς διατριβὰς ἡ αὐλητρὶς Χρυσογόνῃ πεποίηται, καὶ τάχα που καὶ τέρπειν οἴεται τοὺς ἐμοὺς ἐραστάς, καὶ φησὶν ἡμᾶς τὸ πορνίδιον ἄγαν δυσαναχτεῖν ἐπὶ τῷ πράγματι. ἐγὼ δὲ οὐ περὶ πολλοῦ πεποίημαι τὸ πραττόμενον· τοὺς γὰρ ἐραστάς ὁποιοὶ τυγχάνουσι τὰ τῆς Χρυσογόνης βασανίσειεν ἤδη. ἀλλὰ γενοῦ μοι πρὸς θεῶν ἀψευδῶς ἀποκρισεις σαφέστατος ἄγγελος, καὶ τῇ Λακαίνῃ φράσον «μεγίστας σοι χάριτας τούτου γε ἕνεκα, Χρυσογόνῃ, ὀφείλομεν· τῇ σῇ γὰρ ἀμορφίᾳ σεμνότερα δειγθήσεται τὰ ἡμέτερα. ἐπεὶ καὶ κολοιοῦ φανέντος κόραξ ἐν τοῖς εὐπρεσέσιν καταλογισθήσεται ὄρνισιν.