Ancient Greek
869.1
Theophylactus Simocatta, Epistulae 869.1
Unproofread scanNot analysed yet
λζ'. Εὐρυβιάδης Κίμωνι. Τοὺς πολιτικοὺς κλύδωνας ἐκφυγὼν καὶ τοὺς ἀπα- Ἐπαγγέλλῃ πολλὰ καὶ πράττεις ὀλίγα, καὶ τὴν γλῶτταν ἔχεις ὑψηλοτέραν τῆς πράξεως. ἀλλ' εἰ μὲν ῥημάτων κομψότης τεθαύμασται παρὰ σοί, οἱ ζωγράφοι τῆς σῆς δυνατωτέροι γλῶττης, τοσαῦτα πλαστουργγοῦντες τοῖς πίναξιν ὅσα πράττειν ἡ φύσις οὐ δύναται· εἰ δὲ καὶ χαίρειν δοκεῖς ταῖς ὑποσχέσει τοὺς ἀκούοντας, πρὸς ὀλίγον μὲν εὐφραίνεις, ἄνιξ δὲ μετ' οὐ πολὺ χαλεπώτερον, ἐπεὶ καὶ τῶν ἐνυπνίων τὰ κάλλιστα οὐ τοσοῦτον ἡμᾶς εὐφραίνει καθεύδοντας, ὅσον ἐγρηγορότας ἐλύπησεν· αἱ γὰρ ἐλπίδες εὐθὺς μετὰ τοῦ ὕπνου συναντίπτανται. σύμφωνα δήτα τῇ γλώττῃ τὰ πράγματα κέχτησο, ἵνα μὴ καὶ τοῖς φίλοις ἀπέχθῃ καὶ τοῖς ἐχθροῖς ὑπόθεσιν ψόγου πορίσῃς ὡς ἀληθείας ὑπάρχων ἀμέτοχος.