Ancient Greek
869.3 to 869.5
Theophylactus Simocatta, Epistulae 869.3-5
Unproofread scanNot analysed yet
λἡ'. Τεττίγων Ὀρτύγωνι. Τί δήτα, τρισάθλιε, τὴν ἐσθῆτα διήλλαξας, καὶ τοὺς πέρδικας ἐξεπέτασας; οἷνός σοι γέγονε τὸ κακόν. οὐνὼ καὶ τοῦ Κύκλωπος τὸν ὀρθαλμὸν βλάψαι τὸν Ὀδυσσέα φασί. διὸ εἰ μὴ συναθοροίσειας τοὺς ὀρνίθας, σὺν σοὶ καταχρημνίσαιμι ἐμαυτόν. καὶ παῖδα γὰρ ἀκόλαστον ζῆν χαλεπὸν καὶ τάφον πρὸ τοῦ πατρὸς υἱὸν σφετερίσασθαι καὶ λίαν ἐστὶ δυσφορώτατον. λθ'. Θέτις Ἀναξάρχῳ. Οὐ δύνασαι Θέτιδος καὶ Γαλατείας ἐρᾶν. οὐ τεμαχίζεται πόθος· οἱ γὰρ Ἔρωτες οὐ μερίζονται. ἀλλ' οὐδὲ διπλοῦν ἂν ἐνέχαις τὸν ἔρωτα· ὡς γὰρ ἡ γῆ δύο ἡλίοις οὐ δύναται θάλπεσθαι, οὕτω μία ψυχὴ δυάδος πυρωσὺν ἐρωτικῶν οὐκ ἀνέχεται.