Ancient Greek · ~6 min
ΠΕΡΙ ΛΥΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 3-5
Not analysed yet
Γίνεται δὲ ἀντιπαράστασις ἢ ἀφʼ ἑνὸς τῶν τελικῶν κεφαλαίων, ἢ κατʼ ἀντιπαράστασιν τρόπου, ἢ κατʼ ἐνδόξου κρίσιν, ἢ δήμου ἢ νόμου ἢ παραδείγματος ἢ προγονικῆς δόξης ἢ δίκης, καὶ καθόλου κατʼ ἀντιπαράστασιν προσώπου ἢ πράγματος. καὶ ἀπὸ μὲν τῶν τελικῶν κεφαλαίων οὕτως· ἐφόνευσας, ἀλλὰ σὺν τῷ δικαίῳ· ἄξιος γὰρ ἦν. παράνομα γράφεις, ἀλλὰ λυσιτελοῦντα,καὶ ἑξῆς ἐνδόξου κρίσις· τούτου δὲ καὶ οἱ νόμοι στοχάζονται· ναί φησι κερδαλέα γράφεις, ἀλλʼ αἰσχρά, ἀλλὰ λυπηρά, ἀλλʼ ἀλγεινά, ἀσύμφορα, καὶ νόμῳ νόμος καὶ μάρτυς ἀντιπαρίσταται μάρτυρι, καὶ ψήφισμα ψηφίσματι. κατʼ ἀντιπαράστασιν δὲ τρόπου οὕτως γίνεται ἀντιπαράστασις· δεῖ μισθοῦ μυεῖν, ἵνα εὐπορῶμεν· τούτῳ ἀντιπαρέστησα ἕτερον τρόπον βελτίω ἑτέρως χρήματα δεῖ πορίζειν, οἷον εἰσφορὰν ἐπιγράφειν, ὡς καὶ ἐν τῷ πρὸς Λεπτίνην, ναί φησιν ἐπιλείπουσιν οἱ χορηγήσοντες διὰ τὰς ἀτελείας, βελτίων ἕτερος τρόπος ἐπανορθώσεως καὶ πόσῳ βέλτιον, φησίν, εἰς συντέλειαν ἀγαγεῖν τὰς χορηγίας, ὥσπερ τὰς τριηραρχίας, ἢ πάντας περὶ ἡμᾶς ἀπίστους διαθεῖναι. γίνεται δὲ ἀντιπαράστασις καὶ ἐνδόξου κρίσεως, ὅταν τῷ λεγομένῳ ὑπὸ τοῦ κατηγόρου ἢ προγόνου πρᾶξιν ἢ δήμου ἢ πόλεως ἄλλης ἢ νομοθέτου ἢ προσώπου ἐνδόξου κρίσιν, ἢ ὅλως παράδειγμά τι ἀντιθῶμεν· ὡς ἐν τῷ περὶ στεφάνου, ἄνισον, φησίν, πεποίηκας τὴν συμμαχίαν, ὦ Δημόσθενες. τούτῳ ἀντέθηκε προγόνων κρίσιν καὶ παραδείγματα, ,,καὶ ἐπὶ τῶν 7 προγόνων ἐν Σαλαμῖνι διπλασίας μὲν ἡ πόλις τριήρεις παρέσχε τῶν ἄλλων. δεῖ δὲ ἐν ταῖς ἀντιπαραστάσεσι σκοπεῖν ὅπως τῶν ὑπὸ τοῦ ἀντιδίκου εἰρημένων τὰ ὑφʼ ἡμῶν λεγόμενα εὐλογώτερα φαίνηται.