Ancient Greek · ~3 min
ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 4-2
Not analysed yet
Ἐν τοῖς ἐξ ἀκολούθου προβλήμασιν(ἐξ ἀκολούθου δὲ λέγω, ὅταν ἤτοι δεδογμένου τινὸς ἤδη ἢ πεπραγμένου ἄλλο ἑξῆς εἰσηγώμεθα) ἁρμόσει λέγειν ὅτι ἤδη μὲν τὸ πλεῖστον μέρος τῆς συμβουλῆς προκατείργασται· ὅπου γὰρ τόδε καὶ τόδε πέπρακται καὶ ἐνταῦθα σύμμετρός ἐστιν ἡ διήγησις τῶν πεπραγμένων, οἷον ὡς ἐπʼ ἐκείνου, μετὰ τὰ ἐν Κυζίκῳ γράφει Ἀλκιβιάδης ἐπὶ Σικελίαν πλεῖν. ἁρμόσει γὰρ τούτῳ λέγειν ἐν τῇ διηγήσει οὕτως ἤδη μὲν οὖν προκατείργασται τοῦ πρὸς Σικελιώτας πολέμου πλεῖστον μέρος· ἐν οἷς γὰρ εἶχον τὰς πλείστας ἐλπίδας Συρακούσιοι Λακεδαιμονίοις, οὗτοι πῶς κακῶς διάκεινται ἐνθυμήθητε. κἀνταῦθα σύμμετρος ἡ διήγησις τῶν πεπραγμένων· καὶ πάλιν ὡς ἐπʼ ἐκείνου, μετὰ τὴν νίκην ὁ Ἑρμοκράτης γράφει ἐπʼ Ἀθήνας πλεῖν.