Ancient Greek · ~4 min
ΠΕΡΙ ΛΥΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 4-4
Not analysed yet
Γίνεται δὲ λύσις καὶ διανοίας ἐξετάσει, ὅταν ἢ νομοθέτου διάνοιαν ἐξετάζωμεν, οἷον νόμος σοι ἐναντιοῦται, οὐ ταύτῃ τῇ διανοίᾳ γέγραπται ὁ νόμος ἀλλʼ ἑτέρᾳ· δεῖ σκοπεῖν ὅπως ἂν εὔλογος φανῇ ἡ ὑφʼ ἡμῶν λεγομένη διάνοια· οἷον, ὁ ξένος κεκώλυται ἀναβαίνειν ἐπὶ τὸ τεῖχος. εἰ ὁ νόμος κωλύει, ἐπὶ κακῷ τῆς πόλεως ἀναβαίνειν κωλύει, οὐ τὸν ἀριστεύειν μέλλοντα. γίνεται δὲ καὶ ψηφίσματος καὶ παντὸς ῥητοῦ λύσις ἐπὶ τὸ πολὺ ἐκ διανοίας ἐξετάσεως. καὶ μαρτυριῶν λύσις, ἢ κατʼ ἀντιπαράστασιν, ὡς ἐδείχθη, μαρτυριῶν ἄλλων ,ἢ ἐκ διανοίας ἐξετάσεως· καταμαρτυρεῖ σοῦ ὁ δεῖνα, πρὸς χάριν ἢ διʼ ἔχθραν. πολλάκις δὲ καὶ ἑαυτῶν διάνοιαν παρεχόμεθα ἐν λύσει ἐξετάζοντες, ὃ καὶ χρωματικὸν καλοῦσί τινες, οἷον τυραννίδος ἐπιθυμεῖς, ἢ διὰ τί δακρύεις; δακρύω ἐλεῶν τοὺς ἐν τυραννίδι, καὶ τὰ ἐκ τυραννίδος κακὰ ἐνθυμούμενος. ὥσπερ δὲ ἔφην ῥητὸν ἐκ διανοίας λύεσθαι, οὕτω καὶ διάνοιαν ἐκ ῥητοῦ, οἷον τῇδε τῇ διανοίᾳ ὁ νόμος γέγραπται, οὐδαμοῦ τοῦτο τῷ ῥητῷ πρόσκειται.