Ancient Greek · ~4 min
ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 5-2
Not analysed yet
Ὅπου ἂν ἀδόξου προσώπου καὶ διαβεβλημένου κατηγορώμεν, ὡς καὶ ἄλλοις τισὶν ἄνευ τῆς γραφῆς δοκεῖν ὑπεύθυνον δοκεῖν εἶναι, ἁρμόσει σοι τὴν διήγησιν οὐ ψιλὴν εἰσάγειν, ἀλλὰ μετὰ κατηγορίας οἷον ὡς ἐπʼ ἐκείνου. ἔγραψεν ὁ Ἀριστογείτων μισθοῦ μυεῖν, καὶ κρίνεται. ἁρμόσει γὰρ εἰσβαλεῖν οὕτως· Ἀριστογείτονιτούτῳ οὐκ ἤρκει τὰ ἄλλα σύμπαντα, οὐ νόμων καταλύσεις, ὑφʼ ὧν κωλύεται τῆς πολιτείας, οὐ κλοπαὶ δημόσιαι, οὐ τὰ ὀφλήματα, οὐ τὸ αἰτίαν παρασχεῖν καὶ αὐτῆς τῆς 5 ἀπορίας, ἀλλʼ ἔτι καὶ τοῖ σδʼ ἐπετόλμησεν. ὅταν ἐνδόξου προσώπουκατηγορῶμεν, ἁρμόσει ἐν ἀρχῇ τῆς διηγήσεως καὶ δοῦναί τινα ἔπαινον αὐτῷ, οἷον, ἐγὼ τὸν μὲν ἄλλον τἀνδρὸς οὐκ αἰτιῶμαι βίον,εἰ δὲ βούλεσθε, καὶ ἐπαινῶ τὰ πλείω, ἀλλʼ ὤφελέ γε μέχρι τούτου ἵστασθαι. νῦν δὲ ὑποδείξας ἀρχὴν ἐκ τοῦ πιστευθῆναι καλὴν οἷα εἰργάσατο σκέψασθε. ὡς ἐν τῷ Λυσάνδρῳ Ἀψίνης, Αύσανδρος ἀρχὴν ὑποδείξας καλήν· ἢ πάλιν ἐπʼ ἐκείνου, ὁ Λυκοῦργος ὁ θεὶς τὸν τῆς ξενηλασίας νόμον κρίνεται. εἰ δὲ ἀμφίδοξον εἴη, ἁρμόσει αὐτὰ τὰ πεπραγμένα ψιλὰ διεξελθεῖν.