Ancient Greek · ~3 min
ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 6-2
Not analysed yet
Ὅταν συνεχῶς πραττόμενα τινα καὶ ἀποτροπὴν αὐτῶν εἰσηγώμεθα, ἁρμόσει οὕτως εἰσάγειν· ἐμὲ γὰρ καὶ πάλαι ἐλύπει τὰ πραττόμενα, καὶ ἐζήτουν ἀποφυγήν τινα, οὐ μὴν ἀλλὰ τέως μὲν ἐπεῖχον, καὶ λέξεις αἰτίας, διʼ ἃς ἐπέσχες. νῦν δὲ εἰς μέσον ἤνεγκα τὴν ἐμαυτοῦ γνώμην ὁρῶν εἰς ἀπέραντον μὲν ὑμῖν προχωροῦν τὸ δεινόν, συμβαίνοντα δὲ καὶ ταῦτα· ὡς ἐπʼ ἐκείνου, πολλάκις ἐπὶ Κατάνην ἐρρύη τὸ πῦρ, καὶ βουλεύονται περὶ μετοικισμοῦ. καὶ πάλιν, πολλάκις τις χρώμενος τοῖς τῶν ἀνδροφόνων καθαρσίοις κρίνεται φόνου, ἢ πάλιν, πολλάκις κατατρέχοντος Φιλίππου Χερρόνησον συμβουλεύει Δημοσθένης τὸν Ἰσθμὸν διορύξαι. ἀλλὰ κἂν ἐν πολλῷ τινι χρόνῳ ᾖ μεμενηκώς, ὡς ἐπὶ τῷ Περικλεῖ ὁ Ἀριστείδης ἐποίησεν.