Ancient Greek
Liber IV., κγ΄. Ἐπιμερισμοὶ Ἁφροδίτης.
Vettius Valens, Anthologiarum libri ix 2-55
Not analysed yet
Ἀφροδίτη Ἡλίῳ δοξαστικὸν καὶ περιποιητικὸν ἀποτελεῖ τὸν χρόνον πρός τε ἀρρενικὰ καὶ θηλυκὰ πρόσωπα συστατικὸν καὶ ὠφέλιμον συνηθείας τε καὶ γάμους καὶ τεκνώσεις ἀγορασμούς τε καὶ δωρεάς κόσμου καὶ σώματος, καὶ πατρὸς τοῖς ἔχουσι δόξαν ἢ καὶ συμπάθειαν ἀπὸ τοιούτων καὶ ὠφελείας, μάλιστα δʼ ἂν καὶ καλῶς σχηματιζόμενοι τύχωσι. τοῖς δὲ ἐν ὑπεροχῇ στεμματηφορίας καὶ ἀρχιερμωσύνας καὶ προκοπάς καὶ ἀρχάς ἐπάγει καὶ εἰς ὄχλους δωρεὰς χρῃματισμοὺς καὶ μυστικῶν πρσγμάτων ἢ θείων συνίστορας καὶ ἐπαφροδισίας καὶ εὐφροσύνας ἀποτελεῖ.