Ancient Greek · ~6 min
Liber V., θ΄. Τίς ἡ αἰτία τοῦ μὴ τὰ αὐτὰ διὰ δωδεκαετίας ἀποτελέσματα συμβαίνειν, ἀλλ᾿ ὁτὲ μὲν προσδοκωμένων ἀγαθῶν φαῦλα συνέβη ἢ τοὐναντίον φαύλων ἀγαθά, ἔσθ᾿ ὅτε δὲ καὶ εἰς κενὰ ζῴδια τῆς διαιρέσεως πιπτούσης μεγάλα ἀγαθὰ ἢ φαῦλα συνέβη.
Vettius Valens, Anthologiarum libri ix 10-7
Not analysed yet
Οἴον Δίδυμοι ὡροσκόπος, μεσουράνημα Υδροχόος μοιρικῶς· ἐφἑξει οὖν οὗτος ὁ τόπος τὸν περὶ πράξεως καὶ δόξης καὶ τέκνων λόγον καὶ τὸν περὶ ξένης καὶ θεοῦ, ἐπεὶ ζῳδιακῶς ἐν τῷ θ΄ ἀπὸ τοῦ ὡροσκόπου εὑρέθη καὶ ἡ παράδοσις δὲ ἡ διὰ δ΄ καὶ ε΄ ἐπ᾿ αὐτοῦ εὑρέθη ἐπὶ τὸν ὡροσκόπον χρηματίζουσα καὶ ἡ ἀπὸ τοῦ ὡροσκόπου ἐπʼ αὐτὸν ἡ διὰ θ΄ καὶ ι΄ παράδοσις χρηματίζει. ὁμοίως δὲ καὶ τὸ διάμετρον τοῦ Υδροχόου τουτέστιν ὁ Λέων, ὅπερ ὑπόγειον κέντρον, ἐφέξει τόν τε περὶ θεμελίων κτημάτων καὶ γονέων λόγον καὶ τὸν περὶ θεοῦ καὶ ἀδελφῶν καὶ ξένης, καὶ ἡ διὰ γ΄ καὶ δ΄ παράδοσις ἀπὸ ὡροσκόπου ἐπ᾿ αὐτὸν εὐτονήσει καὶ ἀπ᾿ αὐτοῦ δὲ ἐπὶ τὸν ὡροσκόπον ἡ διὰ ι΄ καὶ ια΄. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων καὶ πολυαναφόρων τὸ ὅμοιον λυέσθω, ἐπὰν ἐν τῷ ἑξαγώνῳ συμπέσῃ τὸ μεσουράνημα· ὅθεν ἐὰν μοιρικῶς τοὺς τόπους ἐξετάσωμεν καὶ τὰς ἀποδιαστάσεις τῶν ἀστέρων, οὐ πταίσομεν. οἷον Ἄρης ὡροσκόπος Παρθένῳ, Σελήνη Σκορπίῳ ὑπόγειος, τὸ μεσουράνημα Ταύρῳ· ζητεῖν δεῖ λδ΄ ἔτος. ὑφαιρουμένων δυοδεκάδων δύο ὑπολείπονται ι΄· ἴσχυσεν ἡ παράδοσις ἡ ἀπὸ Σελήνης ἐπὶ Ἄρεα διὰ τὸ κέντρον καὶ ἀπὸ ὡροσκόπου καὶ Ἄρεως ἐπὶ τὸν Ταῦρον τουτέστι τὸ μεσουράνημα. ἔπραξε γὰρ τῷ χρόνῳ ἐπὶ ξένης καὶ φιλίας μειζόνων ἔσχε καὶ διὰ θηλυκὸν πρόσωπον ἐκινδύνευσεν ἀπολέσθαι τομαῖς τε καὶ αἱμαγμοῖς περιέπεσε· καὶ ἄλλαι δὲ παραδόσεις ἐχρημάτισαν τῷ χρόνῳ τούτῳ, πλὴν τὰ αἴτια οὐκ ἐδήλουν. οὕτως οὖν πολλάκις μὴ ὑποπτευομένου τοῦ χρόνου αἴτια κακῶν συνίσταται ἢ- πάλιν μὴ προσδοκωμένου μεγάλαι δόξαι καὶ ὠφέλειαι παρακολουθοῦσιν.