Ancient Greek
Vettii Valentis Anthologiarum liber I., ε΄. Ὡροσκοπικὸς γνώμων.
Vettius Valens, Anthologiarum libri ix 1-5
Not analysed yet
Λαβὼν τὰς τοῦ Ἡλίου μοίρας ἐπὶ ὡροσκόπου χρηματιζούσας ἐπὶ ἡμέρας, ἐπὶ δὲ νυκτὸς τῆς διαμέτρου, δεκαπλασίασον αὐτὰς καὶ γενόμενον ποσὸν πάλιν πολλαπλασίασον ἐπὶ τὰς ἀναδοθείσας ὥρας ἤτοι ἡμερινὰς ἢ νυκτερινὰ ἤτοι ὅλας ἢ καὶ μετὰ μοιρῶν, καὶ ἐκκρούσας ὅλους κύκλους τὰ λοιπὰ ἡγοῦ ὡροσκοπικὸν γνώμονα. κλίμα ὥρα ἡμέρας β΄ Ἥλιος Καρκίνου ζ΄, Σελήνη Κριοῦ κβ΄ ἡμερινοὶ ὡροσκόποι τῆς τοῦ Ἡλίου μοίρας κη μβ δεκάκις, γίνονται σκδ΄ ταῦτα δίς, γίνονται μετὰ κύκλων πη΄· οὗτος ὁ ὡροσκοπικὸς γνώμων.