Ancient Greek · ~3 min
Vettii Valentis Anthologiarum liber I., δ΄ De inveniendo horoscopo.
Vettius Valens, Anthologiarum libri ix 5-4
Not analysed yet
Ἐπὶ μὲν τῶν ἡμέρας τὰς λοιπὰς τοῦ Ἡλίου μοίρας καὶ ὅσας ἐπέχει ἡ Σελήνη ἐπισυνθεὶς ἔκκρουε τριακοντάδας, καὶ αἱ λοιπαὶ ὡροσκοπήσουσιν· ἐπὶ δὲ τῶν νυκτὸς τὰς λοιπὰς τῆς Σελήνης καὶ ὅσας ἐπέχει ὁ Ἥλιος. ἐὰν μέντοι ὑπὲρ τὴν λογιζομένην ὥραν πλεονάσῃ ὁ ἀριθμός, ὅσαι ἂν ὑστερῶσιν εἰς τὰς λ΄ ἢ εἰς μέγεθος τῆς ὥρας, τοσαῦται ὡροσκοπήσουσιν. ἀπὸ τῆς κε΄ τοῦ Ἐπιφὶ ἕως τῆς γεννητικῆς ἡμέρας ψήφισον τὰς ἡμέρας σὺν ταῖς ἐπαγομέναις καὶ πρόσβαλλε τῷ ἀριθμῷ μόνα κβ΄ καὶ ἀπόλυε τὸν ἀριθμὸν ἀνὰ λ΄, ἡμέρας μὲν ἀπὸ Καρκίνου, νυκτὸς δὲ ἀπὸ Αἰγονέρωτος· ὅπου δʼ ἂν καταλήξῃ ὁ ἀριθμός, ἐκεῖ ἔσται ὁ ὡροσκότος, καὶ ὧν μοιρῶν, τοσαῦται ὡροσκοπήσουσιν.