Ancient Greek · ~3 min
Liber II., λά. Ἄλλως· περὶ γονέων ἐκ τοῦ Τιμαίου.
Vettius Valens, Anthologiarum libri ix 2-27
Not analysed yet
Ὁ δὲ κλῆρος τοῦ πατρὸς λαμβάνεται οὕτως. ἐπὶ ἡμερινῆς μὲν γενέσεως ἀπὸ Ἡλίου ἐπὶ Κρόνον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, τινὲς ἀπὸ Ἡλίου ἐπὶ Δία καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου· νυκτὸς δὲ ἀπὸ Ἀφροδίτης ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. ὁ μὲν οὖν κλῆρος τῶν γονέων οὕτως εὑρίσκεται· περὶ δὲ πατρὸς εἰσποιητοῦ ἀπὸ τοῦ διαμέτρου τοῦ κλήρου κατὰ κάθετον ληπτέον. ἐὰν ἐπὶ τοῦ διαμέτρου τύχῃ ὁ τοῦ πατρικοῦ κλήρου κύριος ἢ τοῦ διαμέτρου ὁ κύριος ἐπὶ τοῦ κλήρου, εἰσποιητὸν δηλοῖ τὸν πατέρα· ὁμοίως καὶ ἐὰν ὁ τοῦ μητρικοῦ κλῆρος τῷ διαμέτρῳ εὑρεθῇ καὶ ὁ τοῦ διαμέτρου τοῦ κλήρου τῆς μητρὸς κύριος εὑρεθῇ τῷ τῆς μητρὸς κλήρῳ, ὅμοιον δηλώσει.