Ancient Greek · ~5 min
Liber III., ια΄. Περὶ κλιμακτῆρος ἑβδομαδικῆς καὶ ἐννεαδικῆς ἀγωγῆς.
Vettius Valens, Anthologiarum libri ix 4-24
Not analysed yet
Ἔστω δὲ ἐπὶ ὑποδείγματος ἔτος γ΄ Ἀδριανοῦ Ἀθὺρ κζ΄ κατὰ Ἀλεξανδρεῖς, ζητεῖν δὲ μετὰ ταῦτα Ἀντωνίνου τζ΄ Φαμενὼθ ια΄. ἔλαβον τὰ πλήρη ἔτη λε΄ καὶ γενέθλιον λοιπὸν γ΄ καὶ ἀπὸ Χοιὰκ ἕως Μεχὶρ ἑκάστου μηνὸς ἀνὰ δύο· ἐπὶ ἑβδομάδων δ΄ ὑφαιρουμένων καταλείπονται θ΄ καὶ τὰς τοῦ Φαμενὼθ ια΄ γίνονται αἱ πᾶσαι κ΄. καὶ ἐμβόλιμοι η΄ γίνονται αἱ πᾶσαι κη΄. ἔστω οὖν ἡ ια΄ τοῦ Φαμενὼθ κλιμακτηρικὴ ἑβδομαδικὴ ἡμέρα· ἐκπίπτει οὖν κατὰ τὴν τῶν ἡμερῶν ἀγωγὴν εἰς Σκορπίον. σκόπει οὖν τίνες ἐπιθεωροῦσι ζῴδιον καὶ τὴν Σελήνην. Ἡ δὲ ἐννεαδικὴ οὕτως εὑρίσκεται. τὰ πρῶτα ἔτη πολυπλασιάζω ἐπὶ τὸν ε΄ δ΄ ἐπεὶ ἕκαστος ἐνιαυτὸς ἔχει ἐννεάδας μ΄ καὶ περιλείπονται ε΄ δ΄ τῶν θὲ πλήρων μηνῶν ἑκάστου ἡμέρας γ΄, ἐπεὶ ἐννεάδας ἔχει ἕκαστος μὴν γ΄ καὶ λοιπαὶ γ΄, καὶ τὰς λοιπάς ἡμέρας ἕως τῆς ζητουμένης συναθροίσας ἀφαιρῶν ἄχρι οὗ δυνατὸν ἀνὰ ἐννέα τὰς λοιπὰς θεωρῶ, εἰ συμπληροῦσι τὰς ἐννέα· καὶ οὕτως ἔσται κλιμακτηρικὴ ἡμέρα, καθὼς καὶ ἐπὶ τῶν ἑβδομαδικῶν. τῷ δὲ αὐτῷ λόγῳ καὶ ἐπὶ μηνὸς καὶ ἐπὶ ἐνιαυτοῦ χρῆσθαι δεήσει. κλιμακτηρικὰ δὲ ζῴδια ἑβδομαδικὰ Κριὸς Ζυγὸς Καρκίνος Αἰγόκερως, ἐννεαδικὰ δὲ Ταῦρος Λέων Σκορπίος Ὑδροχόος, ἐπίκοινα δὲ Δίδυμοι Παρθένος Ἰχθύες.