Ancient Greek · ~7 min
Liber V., θ΄. Τίς ἡ αἰτία τοῦ μὴ τὰ αὐτὰ διὰ δωδεκαετίας ἀποτελέσματα συμβαίνειν, ἀλλ᾿ ὁτὲ μὲν προσδοκωμένων ἀγαθῶν φαῦλα συνέβη ἢ τοὐναντίον φαύλων ἀγαθά, ἔσθ᾿ ὅτε δὲ καὶ εἰς κενὰ ζῴδια τῆς διαιρέσεως πιπτούσης μεγάλα ἀγαθὰ ἢ φαῦλα συνέβη.
Vettius Valens, Anthologiarum libri ix 9-8
Not analysed yet
Χρὴ μέντοι ἐκ τῆς τῶν πρὸς τὰ φαινόμενα κανόνων πραγματείας τὰς μοιρικὰς κινήσεις ἐξετάζειν· αἱ γὰρ καθολικαὶ ὑποστάσεις καὶ χρονογραφίαι ἐκ τούτων τῶν ἀφέσεων διακρατοῦνται. ὅθεν οἱ πλείους μὴ ἐπιστάμενοι, ὅτι διὰ πολλῶν αἱρέσεων τὰ πράγματα συντελεῖται, ἀνύπαρκτον ἢ ἀσυντέλεστον ἢ δυσκατάληπτον τὴν ἐπιστήμην ὑπολαμβάνουσι, μιᾷ δυνάμει ἀγωγῆς διὰ παντὸς ἐσχολακότες· οἱ δὲ μετὰ πάσης ἀκριβείας πολλὰς αἱρέσεις δυνάμεως εἰσενεγκάμενοι καὶ νέᾳ ἀγωγῇ φυσικῇ χρηθάμενοι κατὰ τὴν ἐπιβάλλουσαν τῆς γενέσεμως αἵρεσιν εὐκατάληπτον τὴν τῶν ἀποτελεσμάτων ἐνέργειαν ἐκτήσαντο. καθάπερ οὖν εἴς τινας πόλεις, ἐξαιρέτως δὲ εἰς βασιλίδα χώραν ἀλλοεθνεῖς ἄνδρες κατερχόμενοι ἄλλοτε ἄλλως οὐ διὰ μιᾶς ὁδοῦ τὴν ἄφιξιν ποιοῦνται, ἀλλʼ οἱ μὲν πεζικῶς ἐρήμους τόπους καὶ σκληρὰς ὁδοὺς διερχόμενοι καὶ ἐπιφόβοις κινδύνοις περιπίπτοντες παραγίνονται ἀπὸ περάτων, οἱ δὲ εὐχερῶς καὶ ἀκινδύνως λεωφόροις ὁδοῖς χρησάμενοι, οἱ δὲ θαλασσίαις ζάλαις καὶ ἀνέμων ῥιπαῖς πολλάκις εἰκονιζόμενοι τὸν θάνατον τὴν προαίρεσιν πληροφοροῦσι καὶ οὐδεμία τις αὐτῶν φιλονεικία οὐδὲ ἔπαθλον τῆς συντόμου ἢ σκληρᾶς εἰσελεύσεως πρόκειται, ἀλλʼ ἕκαστος κατὰ τὴν τῶν τότε χρόνων ἐνέργειαν ἤτοι ὠφελείας καὶ δόξης ἢ καὶ τῶν κατὰ προαίρεσιν τυγχάνει ἢ καὶ ἄλλως αἰτίαις περιπεσὼν ἢ καθαιρεθεὶς προσαπώλεσε καὶ τὸ ζῆν, ἕτεροι δʼ ἔμειναν ἐπʼ ὀλέθρῳ, τινὲς δʼ ἐπὶ ἀπροσδοκήτῳ εὐεργεσίᾳ καίπερ ταχίστην τὴν ἔξοδον προθυμηθέντες, τὸν αὐτὸν τρόπον δεῖ ποικίλως καὶ ἡμᾶς προσέχειν τῇ μαθήσει καὶ ὥσπερ ἂν εἰ διὰ πολλῶν ὁδῶν διευθύνοντας ἐπὶ τὸ ἀποτέλεσμα κατελθεῖν· πολλὰ γὰρ καὶ μυρία τὰ συμβαίνοντα τοῖς ἀνθρώποις, ἅπερ οὐ διὰ μιᾶς ἀγωγῆς οὔτε ἑνὸς ἀστέρος συνίσταται, ἀλλὰ διὰ πολλῶν. ἐπεὶ δὲ καθʼ ἑκάστην γένεσιν ιβ΄ τόποι σημαίνονται, ἐκ δὲ τούτων καὶ τῆς τῶν ἀστέρων φύσεως πλεῖστοι ἐφευρίσκονται, παρατηρητέον τὰς κεντροθεσίας καὶ τὰς τῶν τόπων ἐναλλαγάς· πολλάκις γὰρ εἰς ἓν ζῴδιον δύο τόποι συνεμπίπτουσιν ἢ καὶ σχῆμα κεντρικὸν ἀποκλίματος τρόπον ἐνδείκνυται· τοῦτο δὲ συμβαίνει περὶ τὰς τοῦ ὡροσκόπου αἰτίας.