Ancient Greek · ~6 min
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 10-8
Not analysed yet
Ἄλλη. Ἣλιος Κρόνος Ἑρμῆς Τοξότῃ, Σελήνη Καρκίνῳ. Ζεὺς Γαύρῳ, Ἄρης Λέοντι, Ἀφροδίτη Αἰγόκερῳ. ὡροσκόπος Παρθένῳ, κλίμα β. ´οὗτος ἡγεμονικὸς ὑπάρχων ἡγεμονικῇ ἔχθρᾳ περιπεσὼν τῷ λδ´ ἔτει κατεδικάσθη εἰς μέταλλον· Ἄρης γὰρ σὺν Ἡλίῳ ἐπικρατεῖ τοῦ χρόνου· Ἡλίου μὲν τθ´ ,Ἄρεως δὲ με´ γίνονται λδ´ τῷ δὲ λϚ´ ἔτει διὰ βοήθειαν μειζόνων ἀνείθη τῆς συνοχῆς ὡς ἐπισινής· καὶ τότε μὲν ἡ ἀναφορά τοῦ Λέοντος ἐχρημάτισε τῷ λϚ´ ἔτει, ἀλλὰ Διὸς καθυπερτεροῦντος ιβ´ καὶ Γαύρου κδ´ γίνονται λϚ´ ἀλλὰ καὶ Αἰγόκερω κη´ καὶ Ἀρροδίτης η´ γίνονται λϚ´ οἱ οὖν ἀγαθοποιοὶ ἴσχυσαν. τῷ δὲ λθ´ ἔτει τοῦ πράγματος ἀνασκευασθέντος διὰ τὴν προϋπάρχουσαν ἔχθραν εἰς νῆσον κατεδικάσθη· οἱ γὰρ Τοξότῃ ἐκράτουν τῶν χρόνων, Ἡλίου ιθ´ καὶ Ἑρμοῦ κ´ γίνονται λθ´ καὶ λάβε δίμοιρον τῶν νή, ὅπερ ἐστὶν νή μῆνες η´ . πάλιν Ἡλίου τθ´ Ἑρμοῦ κ´ καὶ Λέοντος διὰ τὸν Ἄρεα τρίγωνον τθ´ γίνονται νή Ἄρεως γάρ τθ´ καὶ Ἡλίου ιθ´ καὶ Ερμοῦ κ´ γίνονται νή . τῷ δὲ μ´ ἔτει ἐπικινδύνως διῆξε καὶ νόσοις περιέπεσε· πλὴν συνεξελθοῦσα αὐτῷ γυνὴ κατὰ φιλοστοργίαν τά τʼ ἄλλα παρηγόρει καὶ τῶν ὑπαρχόντων μέτοχον ἐποίησε. τὰ μὲν οὖν μ´ ἔτη καὶ τῇ τῆς Σελήνης συναφῇ πρὸς Ἄρεα δηλοῦνται (Σελήνης γὰρ κε´ καὶ Ἄρεως ιε´ γίνονται μ´) καὶ ἡ τρίγωνος δὲ Διὸς καὶ Ἀφροδίτης στάσις αὐτὸ ἐδήλου· Διὸς γάρ ιβ´ καὶ Ἀφροδίτης κη´ γίνονται μ´ καὶ τούτοις τοῖς ἀποτελέσμασιν αὐτὸς παρέτυχον.