Ancient Greek · ~2 min
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 11-6
Not analysed yet
Ἄλλη. Ἥλιος Ἑρμῆς Αἰγόκερῳ, Σελήνη Κρόνος Τοξότῃ, Ζεὺς Καρκίνῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Ὑδροχόῳ, ὡροσκόπος Ζυγῷ, κλίμα β´ . τῷ μη´ ἔτει πένθος βαρύτατον τέκνου φιλοστόργου θάνατον θεασάμενος, δὲ τῷ αὐτῷ καὶ μητρός. ἐσήμανεν οὖν καὶ ἡ Παρθένος καὶ ὁ Ζυγὸς διὰ ἰσανάφορον· Ζυγοῦ μὲν ἔτη η´ ,Παρθένου δὲ μ´ γίνονται μη´ ὅθεν ὡς κατὰ συμπαρουσίαν ὁ Ἄρης τῳ ὡροσκόπῳ ψυχικὸν ἐλύπησε. ἄλλως τε καὶ Παρθένου μ´ καὶ Τοξότου λβ´ γίνονται ρβ´, ὧν δίμοιρον γίνονται μή .