Ancient Greek · ~8 min
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 12-6
Not analysed yet
Ἄλλη. Ἡλιος Ἑρμῆς Ἀφροδίτη Λέοντι. Σελήνη Παρθένῳ, Κρόνος Ζυγῷ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Κριῷ, ροσκόπος Καρκίνῳ, κλίμα Ϛ´ . ἐκ παρατηρήσεως καὶ τούτους τοὺς χρόνους ἐσημειωσάμην, καὶ ἐπεὶ ἔτι νήπιος ἦν, ἀντὶ τῶν ἐτῶν μῆνας ἐλογισάμην τῷ γὰρ η´ μηνὶ συμπληρουμένῳ καὶ ἕως μέρους τοῦ θ´ σπασμοῖς περίεπεσεν, ὥστε μικροῦ δεῖν κινδυνεῦσαι. μὲν οὖν η´ Ζυγὸς ἐδήλου ἐπικειμένου Κρόνου καὶ τῷ ἐνάτῳ ἡμίσει ἀναφ ορὰ γὰρ τοῦ Κριοῦ ιζ´ ἕως συμπληρώσεως μηνῶν η´ καὶ ἡμερῶν τε´ . ἀλλὰ καὶ ἡ ἀναφ ορὰ τοῦ Αἰγόκερω ἐχρημάτισεν οὕτως· τῶν κζ´ τρίτον γίνονται θ´ καὶ Ἡλίου ιθ´ καὶ Ἀφροδίτης η´ γίνονται κζ´ ,ὧν τρίτον γίνονται θ´ καὶ τοῖς μὲν ἀλλοις μησὶ τοῖς ὑπὸ τῶν κακοποιῶν διακατεχομένοις ἐπεσημαίνετο καὶ ἐξανθήμασι καὶ ἐκζέμασι περιέπεσεν, οἷον τῷ ιε´ καὶ ιζ´ καὶ κγ´ καὶ τοῖς λοιποῖς, ἐξαιρέτως δὲ περὶ τὸν κζ´ μῆνα· ἐκ προφ άσεως γὰρ τετράποδος παγνίῳ πεσὼν ἐπλήγη περὶ τοὺς φυσικοὺς τόπους. τὸν μὲν κζ´ Ἄρης καὶ Σελήνη ἐδήλουν, Ἄρεως ιε´ καὶ Σελήνης κε´ γίνονται μ´ ,ὧν δίμοιρον γίνονται κϚ´ ἡμέραι κ´ Κριοῦ καὶ Παρθένου διαμέτρῳ ἡγοῦμαι ἢ καὶ ὅτι πρὸς αὐτὸν ἐφ έρετο. ἄλλως τε Ἄρεως ιε´ καὶ τοῦ ὡροσκόπου Καρκίνου κε´ γίνονται μ´ ,ὧν δίμοιρον κϚ´ ἡμέραι κ´ · ἀλλὰ καὶ τότε ἡ ἀναφορὰ τοῦ Αἰγόκερω ἐχρημάτιζε τὰ κζ´ ,καὶ Ἄρεως ιε´ καὶ Διὸς ιβ´ γίνονται κζ´, καὶ πάλιν Ἡλίου ιβ´ καὶ Ἀφροδίτης η´ γίνονται κζ´. ἀπὸ οὖν τοῦ κη´ μηνὸς ἀνωμάλως διῆγε· συνέτρεχε γὰρ καὶ ἡ ἀναφορὰ τοῦ Ζυγοῦ καὶ ἡ τοῦ Κρόνου περίοδος· τῷ δὲ λβ´ μηνὶ ἐπισφα αλῶς ἐνόσησε καὶ ἐσπάσθη. Ἄρεως γὰρ ιε´ καὶ τῆς ἀναφορᾶς τοῦ Κριοῦ ιζ´ γίνονται λβ´ τῷ δὲ λγ´ μηνὶ ἐτελεύτα· συνετελεῖτο γὰρ ἡ ἀναφ ορὰ τοῦ Καρκίνου· ἀλλὰ καὶ Καρκίνου κε καὶ Ζυγοῦ η´ γίνονται λγ´ ἤ καὶ Σελήνης κε´ καὶ Ζυγοῦ η´ γίνονται λγ´ ὡς συνούσης οὖν τῷ Ζυγῷ καὶ τῷ Κρόνου διὰ ἰσανάφορον ἐλογισάμην.