Ancient Greek · ~3 min
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 13-6
Not analysed yet
Ἄλλη. Ἡλιος Ἑρμῆς Ζυγῷ, Σελήνη Ὑδροχόῳ, Κρόνος Ἰχθύσι, Ζεὺς Αἰγόκερῳ, Ἄρης Κριῷ, Ἀφροδίτη Λέοντι. ὡροσκόπος Καρκίνῳ, κλίμα Ϛ´ . οὗτος πλούσιος ὑπάρχων περὶ μζ´ ἔτος ἐξέπεσεν· ἐχρημάτισε γὰρ Κρόνος μεσουρανῶν θ´ καὶ ἡ ἀναφορὰ τῶν Ἰχθύων, Κρόνου μὲν λ´ Ἰχθύων δὲ ιζ´ γίνονται μζ´ . ἀλλὰ καὶ διάμετρον Ἡλίου καὶ Ἄρεως καὶ Ἑρμοῦ, Ἄρεως μὲν ιε´ καὶ τῆς ἀναφορᾶς τοῦ Κριοῦ ιζ´ καὶ Ἡλίου τθ´ καὶ Ἑρμοῦ κ´ γίνονται ὁμοῦ ρα´, ὧν δίμοιρον γίνεται μζ´ μῆνες δ´· ἀλλὰ καὶ ἡ τετράγωνος πλευρὰ Ζυγοῦ τε καὶ Αἰγόκερω, Αἰγόκερω μὲν κζ´ Ἑρμοῦ δὲ κ´, γίνονται μζ´ . τῇ μὲν οὖν φαντασίᾳ ἔδοξε περισκέπεσθαι, ἐναντιώματα δὲ καὶ μείωσιν διὰ γυναῖκα ὑπέμεινε.