Ancient Greek · ~9 min
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 14-7
Not analysed yet
Τοὺς οὖν ὑποτεταγμένους τόπους δοκιμάσαι ἀναγκαίως ὑπῆρξεν. Κρόνος νυκτὸς μεσουρανῶν ἐκπτώσεως δηλωτικός· Ἄρης ἡμέρας ἐπαναφερόμενος τῷ μεσουρανήματι αὐτὸ ἀποτελεῖ· ἐὰν δὲ ὁ κύριος τοῦ μεσουρανήματος ἐπιθεωρήσῃ μεσουράνημα ἢ χρηματίθῃ, μετὰ τὴν ἔκπτωσίν ἐστιν ἀνάσφαλσις καὶ ἀποκατάστασις ἀπὸ τῶν τῆς ἀναφορᾶς τοῦ ζῳδίου χρόνων ἢ ἀπὸ τῆς τοῦ ἀστέρος κυκλικῆς ἀποκαταστάσεως. Ἥλιος νυκτὸς ὑπὸ γῆν ἄνευ οἰκοδεσποτείας χρηματίσας, Σελήνη ὑπὲρ γῆν κινδυνευκυίας τὰς γενέσεις ἀποτελοῦσι· σύνοδοι καὶ διχότομοι Σελήνης ὑπὸ Κρόνου τετραγωνιζόμεναι ἢ διαμετρούμεναι ἢ συνόντα ἔχουσαι ἐκπτώσεως δηλωτικαί· ὁμοίως δὲ καὶ αἱ πανσέληνοι καὶ πρῶται διχότομοι ὑπὸ Ἄρεως διαμετρούμεναι ἢ τετραγωνιζόμεναι ἢ συνόντα ἔχουσαι μεγάλας ἄτας καὶ συμφορὰς σημαίνουσι ἀοιδίμους τε καὶ περιβοήτους τὰς ἐκπτώσεις, καὶ ἐπὶ μὲν τῶν στερεῶν ζῳδίων ἢ μοιρῶν παρόντες ἅπαξ τε καὶ ἀπαραιτήτως δαμάζουσιν, δὲ τοῖς δισώμοις πλεονάκις, δὲ τοῖς τροπικοῖς πολυθρυλήτως περιάπτουσι· καὶ ἐπίκεντροι μὲν τυχόντες ἐκ μεγίστων εὐτυχιῶν εἰς μεγίστας ἀτυχίας περιιστάνουσιν, δὲ ταῖς ἐπαναρ οραῖς ἑτέρων ἕτερα πάσχειν ποιοῦσι καὶ προσδοκᾶν, δὲ τοῖς ἀποκλίμασι σφάλσιν καὶ ἐπαγωγὴν ἢ λατρείας καὶ ὕβρεις καὶ βασάνοις καὶ κακοθανασίαις περιτρέπουσι. χαλεπὸν τοῖς νυκτὸς τὴν Σελήνην ἀποκλίμασι κεκτημένοις καὶ τὸν Ἥλιον ἡμέρας. ἐὰν δέ πως καὶ οἱ κακοποιοὶ τετραγωνίσωσι τὸν Ἥλιον καὶ τὴν Σελήνην, καθολικοῖς πολέμοις καὶ περιστάσεσιν ἐμπίπτουσι καὶ ἀναιροῦνται. ἢ καθολικοῦ Κρόνος Ἄρεϊ κατὰ διάμετρον οὐκ ἀγαθὸς οὔτε ἐπὶ δούλου οὔτε ἐπὶ ἐλευθέρου· πολὺ γὰρ δυστυχὲς παρέξεται· καὶ τετραγωνίζοντες δὲ καὶ συνόντες ἐπιμόχθους ποιοῦσι καὶ ἐπιταράχους. βέλτιον δὲ τοὺς τοιούτους αὐτῶν σχηματισμοὺς ἀποκλίσει τετευχέναι· ἐπὶ μὲν γὰρ τῶν κέντρων ὄντες τῇ τε τύχῃ τὸν θάνατον καὶ τῇ πράξει καὶ τῇ ὅλῃ ὑποστάσει τοὺς κινδύνους ἐπιφέρουσιν ἐπὶ δὲ τῶν ἐπαναφορῶν τὰ ἐλπιζόμενα ἐπὶ χεῖρον ἀποβαίνειν ποιοῦσι καὶ θλίβουσι τὰς ἐγχειρήσεις, ἐπιμόχθους δὲ καὶ ἐπιπόνους ποιοῦσι τὰς τύχας· δὲ τοῖς ἀποκλίμασι περὶ τὰ βιωτικὰ ποικίλως καὶ εὐπροφασίστως τοῖς ποριζομένοις ἀντήλλακται. ἐὰν δέ πως οἱ ἀγαθοποιοὶ τοῖς προειρημένοις σχήμασι μαρτυρήσωσι, ἧττον τὸ φαῦλον ἢ εὐπαραμύθητον γενήσεται· τὸ δʼ ὅμοιον καὶ ἐπὶ τῆς τῶν χρόνων διαιρέσεως ἀποτελοῦσι τῶν σχημάτων κυριεύσαντες. ἐπεὶ δὲ δοκοῦσιν οἱ πλείους ἀστέρες ἢ καὶ πάντες πλειστάκις τῶν χρόνων ἐπικρατεῖν, ἡ διάκρισις τοῦ τε φαύλου καὶ ἀγαθοῦ καταληφθήσεται ἐκ τῶν κατὰ καιρὸν ἐπεμβάσεων, καὶ μάλιστα ὖπόταν ἀστὴρ χρονοκρατῶν ἐπεμβῇ εἰς τοὺς χρηματιστικοὺς τόπους λόγον ἔχων εἰς τὰ τῆς γενέσεως πράγματα· βέβαιον γάρ σημαινόμενον ἀποτέλεσμα δηλοῖ.