Ancient Greek
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 22-2
Not analysed yet
Ὅθεν ἐὰν πολλάκις κατά τινας χρόνους οἱ πλείους ἢ πάντες οἱ ἀστέρες εὑρίσκωνται χρηματίζοντες, συγκρίνειν δεήσει ἑκάστῳ, πῶς σχηματίζεται καὶ τίνος ἐπικαιρότερος ἢ δυναστικώτερος τυγχάνει, πότερον ὁ φαῦλον ἢ ὁ ἀγαθὸν ἀποτελῶν, κἀκείνῳ βραβεῖον τοῦ ἀποτελέσματος ἀπονέμειν, εἶτα τοῖς λοιποῖς τοῖς ἀσθενέστερον δυναμένοις ἀποτελεῖν διʼ ἐλπίδος καὶ ὑπερθέσεως καὶ φόβου καὶ ζημίας· πολλάκις γάρ ὐπʼ ὄψιν προδείξαντες ἀποτέλεσμα ἠτόνησαν διὰ ἐπὶ δυναστικοῦ τόπου ἕτερον τετευχότα ἐξισχῦσαι. ἐὰν δὲ τὴν αὐτὴν δύναμιν τῆς σχηματογραφίας ἢ τῶν ζῳδίων ἐπισχῶσιν, ἀμφότερα γενήσεται τά τε φαῦλα καὶ τὰ ἀγαθά, πολλάκις μὲν οὖν πρὸς χρόνους δυσέκλυτοι καὶ εὔτονοι πλευραὶ εὑρισκόμεναι ἐπὶ πολὺ διακατέχουσι, κἂν ἤδη δοκῶσι τῶν χρόνων ἐξίστασθαι, πάλιν ἐπικρατοῦσι καὶ ἄρχουσιν· ὡς καὶ ἂν ἑτέρα μαρτυρία χρηματίσῃ, οὐκ εὐτονήσει νικωμένη ὑπὸ τῆς πρώτης, καὶ μάλιστα ὅταν κατὰ διάμετρον ἢ καθʼ ὑπερτέρησιν τύχῃ κακοποιὸς ἐνεργῶν τι.