Ancient Greek · ~6 min
Vettii Valentis Anthologiarum liber I., κγ΄. Περὶ σπορᾶς.
Vettius Valens, Anthologiarum libri ix 2-14
Not analysed yet
Ἔστω δὲ ἐπὶ ὑποδείγματος ἔτους η΄ Νέρωνος Μεσορὶ Ϛ΄ εἰς τὴν ζ΄ ὥρα ια΄, Σελήνη Ζυγῷ, ὡροσκόπος Καρκίνῳ. ἐπεὶ οὖν ἡ Σελήνη τῷ κέντρῳ εὑρέθη, ἐξετράπη ἡ γένεσις δἰ ἡμερῶν σπ΄ καὶ ὡρῶν ιβ΄. ταύτας οὖν ἀφαιρεῖν δεήσει ἀπὸ τῶν τοῦ ἐνιαυτοῦ τξε΄ δ΄ ἡμερῶν, λοιπαὶ πδ΄ ὧραι ιβ΄ τὰς οὖν πδ΄ ἐὰν προσθῶμεν τῇ τοῦ Μεσορὶ Ϛ΄, ἔσται Φαωρὶ κ΄ζ΄ ὥραι κγ΄, ἥτις ἔσται ἡ σποριμὴ ἡμέρα. καὶ πάλιν ἀπὸ τῆς κζ΄ τοῦ Φαωρὶ ἐὰν λάβωμεν ἕως Μεσορὶ Ϛ΄, ἔσονται σπ΄. ὑποδείξομεν δὲ καὶ διὰ πολλῶν μὲν αἱρέσεων, εἰς μίαν δὲ ὁδὸν εὐθεῖαν φερουσῶν. προτεθείσης γενέσεως ἐπιγνῶμεν, διὰ πόσων ἡμερῶν ἐξετράπη· ἐὰν ἡ Σελήνη εὑρεθῇ τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, λογισάμενος τὰς ἀπὸ τῆς δυτικῆς μοίρας ἕως τῆς Σεληνιακῆς καὶ ἑκάστης τριακοντάδος ἀναλαβὼν ἀνὰ β΄ U+2220΄ ἡμέρας ταύτας πρόσθες τῷ ἐλαχίστῳ ὅρῳ ταῖς σνη΄ καὶ τοσούτων ἡμερῶν εὑρήσεις τὴν σποράν· ἃς ἀναποδίσας ἀπὸ τῆς γεννητικῆς εἰς τὴν καταλήγουσαν εὑρήσεις τὴν σπορίμην ἡμέραν. εἰ δὲ ἄλλως θέλεις, ἀπὸ τῆς Σεληνιακῆς μοίρας ἕως τῆς ὡροσκοπούσης μοίρας καὶ ἑκάστης τριακοντάδος λογισάμενος ἀνὰ β΄ U+2220΄ ἡμέρας ταύτας ἀφαίρει ἀπὸ τοῦ μέσου ὅρου τῶν σογ΄· καὶ τοσούτων ἔσται ἡ σπορά. ὁμοίως δὲ καὶ ἐὰν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ εὑρεθῇ ἡ Σελήνη, ἀπὸ τῆς ὡροσκοπούσης μοίρας λογισάμενος ἕως τῆς Σεληνιακῆς καὶ ἐκκρούσας ἑκάστης τριακοντάδος β΄ U+2220΄ ἡμέρας καὶ συγκεφαλαιώσας πρόσθες τῷ μέσῳ ὅρῳ ταῖς σογ΄· κπὶ τοσούτων ἔσται ἡ σπορά. ἀπὸ δὲ τῆς Σεληνιακῆς λαβὼν ἕως τῆς δυτικῆς καὶ ἐπιγνούς, πόσαι ἡμέραι συνάγονται, πρὸς τὴν ποσότητα τῶν ἐκκρουσθεισῶν τριακοντάδων β΄ U+2220΄ ἡμέρας ἀφαίρει ἐκ τῶν σπη΄· καὶ τοσούτων ἔσται ἡ σπορά.