Ancient Greek · ~5 min
Liber II., λζ΄. Περὶ γάμου καὶ συναρμογῆς καὶ εὐπαθείας παντοῖαι θεωρίαι καὶ παντοῖς.
Vettius Valens, Anthologiarum libri ix 3-24
Not analysed yet
Σελήνη καὶ Ἀφροδίτη ὁμόκεντροι ἀδελφαῖς ἢ ἀδελφοῖς ἐπιπλέκονται μάλιστα Διὸς καὶ Ἄρεως ἐπιμαρτυρούντων. Σελήνη καὶ Ἀφροδίτη τετράγωνοι ἢ διάμετροι ζηλοτύπους ποιοῦσιν· Ἄρεως δὲ ἐπιμαρτυρήσαντος μείζων ἡ ἐπίτασις. Σελήνη Ἀφροδίτη τρίγωνος ἰδίῳ οἴκῳ ἢ τετράγωνος, μάλιστα ἐπίκεντροι, συγγενικούς δίδωσι γάμους, καὶ μᾶλλον Ἄρεως καὶ Διὸς μαρτυρησάντων. Ἥλιος ἰδίῳ οἴκῳ ἢ ὑψώματι μετὰ Διὸς καὶ Ἀφροδίτης συγγενικῷ γάμῳ ζευγνύουσιν ἀπὸ πατρός· Ἀφροδίτη ἰδίῳ οἴκῳ ἢ ὑψώματι Διὸς ὁρίοις σὺν Ἑρμῇ καὶ Σελήνη συγγενικῷ γάμῳ ζευγνύουσιν ἀπὸ μητρός. Ἀφροδίτη τῷ ὑπογείῳ κέντρῳ τυχοῦσα μετὰ Σελήνης ἢ καὶ εἰ διαμετρήσωσιν ἀλλήλας ἢ καὶ ἀντιμεσουρανήσωσιν, ἀδελφικοῖς ἢ συγγενικοῖς ζευγνύουσι προσώποις. πάντοτε Κρόνος Ἀφροδίτην ἐπιδεκατεύων ἢ εἰ διαμετρήσει ἢ εἰ σὺν αὐτῇ τύχη ἢ οἰκοδεσποτεῖ αὐτῆς, ψύξει τοὺς γάμους ἢ ῥυπαίνει, καὶ μᾶλλον Ἑρμοῦ μαρτυροῦντος. Κρόνος καὶ Αφροδίτη τῇ ἐπαναφορᾷ ἢ ἐπὶ κέντρῳ αὐτῇ μαρτυρῶν ποιεῖ αἰσχρούς καὶ καταφερεῖς καὶ νεωτερίζοντας καὶ ἀναξίαις ἢ δούλαις ἐπιπλεκομένους, ὧν χάριν χειμασθήσονται, ἐὰν μή τις μεσεμβολῶν διακόψῃ τὴν κάκωσιν. ἐὰν δὲ ὁ τοῦ Διὸς μαρτυρῇ. πολλὰ καὶ τῶν ἀτακτημάτων κρυβήσεται καὶ οὐκ ἔσται αίσχρά· ἐπιμιγήσονται γὰρ καὶ ὑπερεχούσαις γυναιξὶ καὶ ταῖς τῶν γνωρίμων καὶ οὐ πολυτεκνήσουσιν αἵ τε θυνερχόμεναι αὐτοῖς στειρωθήσονται ἢ καὶ βραδέως συλλήψονται καὶ συλλαβοῦσαι διαφθείρουσι· τὰ δʼ ὅμοια καὶ ἐπὶ θηλυκῆς γενέσεως νοείσθω.