Ancient Greek · ~3 min
Vettii Valentis Anthologiarum liber I., δ΄ De inveniendo horoscopo.
Vettius Valens, Anthologiarum libri ix 3-4
Not analysed yet
Ἀπὸ Θὼθ ἕως τῆς γενεσιακῆς ἡμέρας πλῆθος ἀναλαβών καὶ τὰς ὥρας πολυπλασιάσας ἐπὶ τὸν πεντεκαίδεκα καὶ προσθεὶς τῷ πρώτῳ ἀριθμῷ ἀπόλυε ἡμέρας μὲν ἀπὸ Αἰγόκερω ἀνὰ λ΄, νυκτὸς δὲ ἀπὸ Ἰχθύων. ἢ πάλιν τὰς ὥρας πολυπλασιάσας ἐπὶ τὸν ιε΄ καὶ προσθεὶς τὰς τῦ Ἡλἱου μοίρας ἀπόλυε ἡμέρας μὲν ἀπὸ αὐτοῦ τοῦ Ἡλίου πρὸς ἀναφορὰν κατὰ γεννητικὸν κλίμα, νυκτὸς δὲ ἀπὸ τοῦ ὡροσκόπου πρὸς ἀναφοράν. Μυστικὸς δὲ καὶ ἀναγκαστικὸς ὡροσκόπος οὕτως εὑρίσκεται· ἐπὶ μὲν ἡμερινῆς γενέσεως ὡροσκοπήσει στόριμον τρίγωνον τοῦ Ἡλίου ἢ τὰ τούτου ἑξάγωνα, ἐπὶ δὲ νυκτερινῆς τὰ τούτων διάμετρα. ὥστε καὶ ἄτερ ὥρας ἐὰν ἐπιγνῷς, πότερον νύξ ἢ ἡμέρα, εὑρήσεις ὡροσκοποῦν ζῴδιον.