Ancient Greek · ~5 min
Liber III., ια΄. Περὶ κλιμακτῆρος ἑβδομαδικῆς καὶ ἐννεαδικῆς ἀγωγῆς.
Vettius Valens, Anthologiarum libri ix 3-32
Not analysed yet
Ἡμεῖς δὲ συντομώτερον ἔφαμεν ἐπὶ τὸν ε΄ δ΄ πολυπλασιάζειν καὶ κεχρῆσθαι τῷ αὐτῷ τρόπῳ, ὡς ἐπὶ τῶν νβ΄, καὶ εὑρόντα πρῶτον ἐννεαδικὸν ζητεῖν, μὴ συνεμπίπτῃ αὐτῷ ἑβδομαδικός. οὐκ ἀρέσκει δέ τισι ἀπὸ τῆς τοῦ Σὴθ ἀνατολῆς πεποιῆσθαι τὴν ἀρχήν. δυνατὸν οὖν ἰδίως τοῦτο ὑποδείγματος χάριν πεποιηκέναι, ἐπεὶ καὶ κατὰ κλίμα εὑρήσομεν ἄλλως καὶ ἄλλως τὴν ἀρχὴν τοῦ ἔτους ποιουμένους. φυσικώτερος οὖν ἔστω λόγος ἀπολύειν ἀπὸ τῆς πρὸ τοῦ κυνὸς συνόδου ἕως τῆς γενεθλιακῆς ἡμέρας ταύτην γὰρ ἀρχὴν τοῦ ἔτους οἱ πλείους ἀπεφήναντο· συντομώτερος δὲ οὖν περὶ ἑβδομαδικῆς ἡμέρας οὗτος ὁ τρόπος ἔστω. τοῖς μὲν νυκτερινοῖς τὰς ἑβδομαδικὰς ζητεῖν, τοῖς δʼ ἡμερινοῖς τὰς ἐννεαδικὰς δοκεῖ τισι· κατʼ ἀμφότερα δὲ ὅμοιοι, καὶ οἱ μὲν ἑβδομαδικοὶ ἔσονται πρὸς Ἄρην, οἱ δὲ ἐννεαδικοὶ πρὸς Κρόνον. κατʼ ἀμφότερα δὲ καὶ οὗτοι τὴν ἐναλλαγὴν ἐφέξουσι τῶν κλιμακτήρων. κατὰ μὲν γὰρ Ἥλιον καὶ Σελήνην Κρόνος ἑβδομαδικὸς ἔσται, Ἄρης ἐννεαδικὸς διὰ τῷ Καρκίνῳ καὶ τῷ Λέοντι ἀπὸ τοῦ ἑβδόμου τόπου ἐναντιοῦσθαι τὸν Αἰγόκερω καὶ τὸν Ὑδροχόον, ἅπερ Κρόνου οἰκητήρια, τὸν δὲ Κριὸν ἔνατον ἀπὸ Λέοντος καὶ τὸν Καρκίνον ἀπὸ Σκορπίου. φυσικώτερον οὖν λαμβάνεται ἀπὸ τοῦ ὑψώματος τῆς Σελήνης τοῦ Ταύρου ἑβδομαδικὸς μὲν Ἄρης διὰ τὸν Σκορπίον, ἐννεαδικὸς δὲ Κρόνος διὰ τὸν Αἰγόκερω.