Ancient Greek · ~8 min
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 23-2
Not analysed yet
Ἔστω δὲ ὑποδείγματος χάριν Ἥλιος Κρόνος Ἑρμῆς Κριῷ. Σελήνη Ζεὺς Λέοντι. Ἄρης Ταύρῳ, Ἀχροδίτη Ὑδροχόῳ, ὡροσκόπος Παρθένῳ, κλίμα α´ . τῷ ιη´ ἔτει σὺν ἐπισήμῳ γυναικὶ ἐξενίτευσε διὰ φιλίαν καὶ δόξαν καὶ πρὸς ἄλλην συνήθειαν καὶ ἐρωτικὴν ἐπιθυμίαν ἔσχεν· ἐσήμαινε γὰρ τὰ κε´ ἔτη ἡ ἀναφορὰ τοῦ Ὑδροχόου, ἔνθα ἡ Ἀφροδίτη ἐπῆν· καὶ εἰ μὲν μόνη κεχρηματίκει, τῆς εὐεργεσίας τάχει συνετελεῖτο· νυνὶ δὲ καὶ Ἄρης διὰ τὴν τοῦ Γαύρου ἀναφοράν τὰ κε´ ἐπεκράτει, ἀλλὰ καὶ ἡ Σελήνης περίοδος τὰ κε´ ἔφερεν, ὧν δίμοιρον γίνεται ιϚ´ μῆνες η´· εἰ μὲν οὖν ἐπισυνῆγεν ἑτέρα ἀγαθοποιῶν μαρτυρία μετὰ τοὺς προγεγραμμένους χρόνους, ἐλπιζόμενον ἐπετελεῖτο· νυνὶ δὲ οἱ αὐτοὶ πάλιν ἐπεκράτησαν τῷ γὰρ ιη´ ἔτει μὲν θηλυκὸν πρόσωπον ἐτελεύτα, αὑτὸς δὲ τῆς ἐλπίδος σφαλεὶς ὑπέστρεψεν ὀλίγα ὠφεληθείς. Ζεὺς γὰρ ἐμέρισε ιβ´ καὶ Ἄρης αὐτὸν καθυπερτερήσας ιε´ γίνεται κζ´ ,ὧν δίμοιρον ἔτη ιη´ ἐλλὰ καὶ Λέοντος ιθ´ καὶ Γαύρου η´ γίνονται κζ´ ὧν δίμοιρον ιη´ τῷ ιθ´ ἔτει ὠφελείας μὲν καὶ περικτήσεως ἔτυχε, στάσεις δὲ καὶ μετεωρισμοὺς ψυχῆς καὶ πρὸς οἰκείους ἔχθρας ἔσχε· τὰ μὲν γὰρ ιθ´ ὁ Λέων ἐσήμαινε Διὸς καὶ Σελήνης ἐπόντων· ἀλλὰ καὶ αὐτὸς Ἥλιος σὺν Κρόνῳ ὢν Κρίῷ ἐσήμαινε τὰ ιθ´ καὶ πάλιν Ὑδροχόου λ´ καὶ Ταύρου η´ ,ὧν ἥμισυ γίνεται ιθ´. τῷ δὲ κ´ ἔτει διὰ τὴν τῆς γυναικὸς φιλίαν ἐξενίτευσε καὶ μείζονας ἐλπίδας καὶ ὠφελείας προσεδόκησε, πλὴν καὶ τότε ἐσφάλη θανούσης αὐτῆς· ἐδήλου γὰρ Ἄρης ιε´ καὶ Σελήνη κε´ γίνονται μ´ ὧν ἥμισυ κ´ ἀλλὰ καὶ Ταύρου ἀναφορὰ κε´ καὶ Λέοντος λεʼ γίνονται ξ´ ,ὧν τρίτον γίνεται κ΄. καὶ Ερμῆς δὲ Κριῷ σὺν Κρόνῳ ἐσήμαινε τὰ κ´. ὁμοίως δὲ καὶ τῷ κα΄ ἔτει οἱ αὐτοὶ κατέσχον· Λέοντος ιθ´ καὶ Ταύρου η΄ ,Ἄρεως ιε΄ γίνονται μβ΄ ,ὧν ἥμισυ γίνεται κα´ · καὶ ἀναφορὰ Κριοῦ κα´ μῆνες η καὶ Ἑρμοῦ κ´ γίνονται μα´ μῆνες η΄ ,ὧν ἥμισυ ἔτη κ΄ μῆνες ι΄ καὶ τῷ κβ΄ ἔτει ὁμοίως οἱ αὐτοὶ κατέσχον· Λέοντος ιθ´ καὶ Γαύρου κε΄ γίνεται μδ΄ ὧν ἥμισυ γίνεται κβ΄. κγ΄ ἔτος Ἀφροδίτη καὶ Ἄρης· Ἀφροδίτης η΄ Ἄρεως ιε΄ γίνονται κγ΄.