Ancient Greek · ~6 min
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 24-2
Not analysed yet
Οὕτως πολλάκις κατὰ πλατικὴν καὶ καθολικὴν θεωρίαν οἱ ἀστέρες καλῶς δοκοῦντες ἐσχηματίσθαι ἐναντιωμάτων εἰσὶ δηλωτικοί, ἀνταναλυόμενοι ὑπὸ τῆς τῶν χρόνων δυνάμεως. οἷον κα΄ ἔτος ἐσήμαινε μὲν Λέων τθ΄ καὶ Διὸς ἐπικειμένου ιβ΄ ,ὧν δίσοιρον γίνεται ἔτη κ΄ μῆνες η΄· ἀλλὰ καὶ τρίγωνον Διὸς καὶ Ἡλίου αὐτὸ ἐδήλου· ἔσχεν οὖν φιλίαν πρὸς μείζονα καὶ βασιλικὸν πρόσωπον, παρʼ οὗ καὶ στεμματοφορίαν καὶ ἀρχιερωσύνην προσεδόκησεν. ἀναμφιλέκτως οὖν τοιοῦτο ἐγεγόνει ἄν, εἰ μὴ Ἄρης καθυπερτερῶν κεχρηματίκει· καὶ Κρόνου δὲ συνόντος τοῖς τὴν δωρεὰν παρεχομένοις ἀνακρίσεις καὶ βραδυτῆτες καὶ ἀναλώματα καὶ φθόνοι παρηκολούθησαν, καὶ οὐ τοσοῦτον ἐμποδιστικὸς δόξης ἐφαίνετο τρίγωνος Διὶ τυγχάνων, ὅσον παρʼ ἵρεσιν Ἄρης καθυπερτερήσας. ἐγένετο οὖν καὶ κλιμακτηρικὴ νόσος καὶ αἱμαγμὸς καὶ ἐμπόδιον τῆς δόξης, δούλων προδοσία, ἐπιθέσεις ζημίαι ἐνδειαι. εῖθ’ οὗτος ὑστέρου εὐπόρησε καὶ εἰς μέλλοντα χρόνον ἀναβολῆς γενομένης ἀπηλλάγη εἰς τὴν τῶν ἀγαθοποιῶν καὶ κακοποιῶν κατὰ τὸν αὐτὸν χρόνον χρημάτισιν· ἔσονται μὲν πράξεις, ἀναλώματα δὲ πλεῖστα, ἢ καὶ ἐκ προγενομένης πράξεως αὐτάρκεια ἔσται ἢ καὶ ἑτέρας τινὸς προσόδου καὶ φίλων ἐπικουρίας. γίνεται δὲ καὶ τὰ ἀποτελέσματα μετὰ συμπληρωθῆναι τὰς ἀναφορὰς τῶν ζῳδίων ἢ τὰς τῶν ἀστέρων περιόδους, καθὼς καὶ αὐτός φησιν ὁ βασιλεύς ἐπὶ γενέσεως· ὁ το ιοῦτος διελθὼν τοὺς τῆς Ἀφοδίτης καιρικοὺς χρόνους ἄτεκ νος τῶν ἀν αγκαίων στερηθήσε τακα ἱπάνια ἀχρειώ σατρόπον ἐπαίτου ζήσετα ι. ἄρχονται οὖν τότε ἐνεργεῖν οἱ χρόνοι, ἐπὰν εἰς συντέλειαν συντρέχωσι, προκατασκευάζοντες ἐπὶ τῶν ἀγαθῶν ἀποτελεσμάτων φιλίας συστάσεις ὠφελείας συμπαθείας δόξας, ἐπὶ δὲ τῶν φαύλων κακωτικὰς αἰτίας.