Ancient Greek · ~5 min
Liber VIII., Ϛ΄ Περὶ πήξεως τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων.
Vettius Valens, Anthologiarum libri ix 26-2
Not analysed yet
Ἄλλη. Ἀδριανοῦ ἔτος γ΄ ,Φαμενὼθ κθ΄ εἰς λ΄, ὥρα νυκτερινὴ δ΄ ἥμισυ. Ἥλιος Κριῷ μοίραις ζ΄, Σελήνη Ἰχθύσι β΄, ὡροσκόπος Σκορπίῳ. ⟨οὗτος⟩ μὲν καθʼ αὑτὸ οὐκ ἐδήλου τὴν ὑπόστασιν τῶν ἐτῶν, ἐκ δὲ τῆς ἐκβάσεως τοῦ ἀποτελέσματος καὶ τῆς διακρίσεως ἀπὸ τοῦ Τοξότου ἐν τῷ Σκορπίῳ εὑρέθη οὕτως. ταῖς ζ΄ τοῦ Κριοῦ παράκειται Τοξότης, ταῖς τοῦ Τοξότου ζ΄ παράκειται Καρκίνος· τοῦτον ἐν τῷ ἀναγκαστικῷ ὡροσκόπῳ τῷ Τοξότῃ, ἵνα ὁ κατὰ φύσιν εὑρεθῇ· δῆλον περὶ τὴν αὐτὴν μοῖραν Ϛ΄ εἶναι. εἶτα Σελήνης Ἰχθύων μοίραις β΄ παράκεινται Ἰχθύες· ἐν Ἰχθύσι ταῖς Ϛ΄ παράκειται Ταῦρος. τοῦτον ἐν Τοξότῃ περὶ μοίρας ιβ΄· μεταξὺ σελίδιον α΄· τοῦτο ἀφεῖλον ἀπὸ τῶν Ϛ΄, λοιπὸν γίγνεται ε΄ Τοξότου. εἶτα ἔλαβον τὰς λοιπὰς τοῦ Τοξότου μοίρας κε΄ καὶ Ἡλίου ζ΄ καὶ Σελήνης β΄· γίνονται λδ΄· ταῦτα ἀπέλυσα ἀπὸ Σελήνης καὶ κατέληξεν περὶ μοίρας δ΄ τοῦ Κριοῦ τόπον Αἰγόκερω. τοῦτον ἐν Τοξότῃ εὗρον περὶ μοίρας κδ΄· τὰ μεταξὺ τῆς ε΄ μοίρας σελίδιά ἐστιν ζ΄· ταῦτα ἀφεῖλον ἀπὸ τῶν ε΄ μοιρῶν τοῦ Τοξότου καὶ λοιπαὶ γίγνονται Σκορπίου κη΄ ,αἵτινες ὡροσκοποῦσιν. ταύταις κατὰ τὸ β΄ κλίμα παράκειται ἔτη κη΄ μοῖραι ἐν τῷ α΄ ὅρῳ λγ΄ λγ΄ · ἐτελεύτησεν πληρώσας ἔτη λγ΄.