Ancient Greek
Vettii Valentis Anthologiarum liber I., δ΄ De inveniendo horoscopo.
Vettius Valens, Anthologiarum libri ix 4-4
Not analysed yet
Πρὸς δὲ λεπτομερῆ καὶ μοιρικὴν εὕρεσιν ὡροσκόπου οὕτως. τὰς γεννητικὰς ὥρας ἐπὶ τῆς Σελήνης δρόμημα πολυπλασιάσας ἀπόλυε ἡμέρας μὲν ἀπὸ τῆς τοῦ Ἡλίου μοίρας, νυκτὸς δὲ ἀπὸ τοῦ διαμέτρου, καὶ ὅπου δἂν καταλήξῃ, τοσούτων μοιρῶν ὁ ὡροσκόπος κριθήσεται. ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἀδριανοῦ δ΄ Μεχὶρ ιγ΄ ὥρα νυκτός α΄· Ἥλιος Ὑδροχόου μοίρᾳ κβ΄. Σελήνη Σκορπίου μοίρᾳ ζ΄, δρόμημα τῆς Σελήνης τῇ ιδ΄ ἡμέρᾳ ἀπὸ ἐποχῆς ιγ΄ νβ΄· εἰσῆλθον εἰς προκείμενον ὄργανον εἰς τὰς ιδ΄ μοίρας τὰς τῷ πρώτῳ στίχῳ καὶ εὗρον ὑποκάτω κατὰ τὴν πρώτην ὥρας ιϚ΄. ταῦτας ἀπέλυσα ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας Λέοντος κβ΄· κατέληξεν τῷ Αἰγόκερῳ περὶ μοῖραν η΄ ἐὰν δέ πως ἐκ τοῦ ἀναφορικοῦ πλειόνων ἢ ἡττόνων μοιρῶν εὑρεθῇ, ἐκ τῆς προκειμένης ἐφόδου γνωσθήσεται, πότερον πρόσθεσιν ἢ ἀφαίρεσιν ἡ ὥρα ἔχει.