Ancient Greek · ~7 min
Liber VI., α΄. Περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνων κατὰ τὴν τῶν χρόνων μοιρικὴν διάστασιν καὶ συναφήν.
Vettius Valens, Anthologiarum libri ix 5-27
Not analysed yet
Παραπλησίαν δὲ ἄν τις εἰκάσειεν ταύτην τὴν ἀγωγὴν τῇ διὰ λευκῶν καὶ μελαινῶν ψήφων μαρτυρίᾳ. παίγνιον γάρ ὁ βίος καὶ πλάνη καὶ πανήγυρις. καὶ γάρ φιλόνεικοί τινες ἄνδρες δόλον πανοῦργον ἀλλήλοις μηχανώμενοι κινοῦντες τάς ψήφους διὰ πολλῶν εὐθειῶν κατατίθενται εἰς τινας χώρας προμαχεῖν προκαλούμενοι. καὶ ἐφʼ ὅσον μὲν ὖ τόπος ἄπρακτος τυγχάνει, ἀνεμπόδιστος φέρεται ὁ πεσσὸς κατά τὴν τοῦ κινοῦντος θέλησιν φεύγει τε καὶ μένει καὶ διώκει καὶ ἀντιτάσσεται καὶ νικᾷ καὶ ἡττᾶται πάλιν· ἐπὰν δὲ δικτύου τρόπον ὑπὸ τῶν ἐναντίων περιφρουρηθῇ, ἀδιεξόδους τὰς εὐθείας ἔχων καὶ μεσολαβηθεὶς ἀπόλλυται. καὶ οὕτως ἑκάτεροι ὁ μὲν ἡδονὴν καὶ τέρψιν, δὲ χλεύην καὶ λύπην ἀπαρά, μόνον κατεργάζεται· ὁ γάρ πεπονθώς ἀνιαρὸν μετʼ οὐ πολὺ διά τινος μεθόδου ἀναλαβὼν χαράν ἀντιπαραδίδωσι λύπης βάρος τῳ προδεδωκότι. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς τῶν ἀστέρων δυνάμεως νοείσθω. ἐφ ὅσον μὲν γάρ ἀγαθοποιὸς διακρατεῖ τῶν χρόνων μηδενὸς κακοποιοῦ παρεμψερομένου, πρακτικὸς καὶ ὑγιεινὸς καὶ εὐπόριστος καὶ εὐεπήβολος τυγχάνων τὸν πάσχοντα εὐτυχῆ καὶ θαρραλέον καὶ συνετὸν διαφημίζει, κἀν ἄπειρος παιδείας τυγχάνῃ· καὶ μὴ ὢν ἄξιος τῆς ὑπὸ τοῦ καιροῦ περιχυθείσης αὐτῷ εὐδαιμονίας, σεμνυνόμενος δὲ καὶ ἀγαλλόμενος ἐφʼ οἷς κέκτηται καὶ μὴ σκοπῶν τἀς τῶν καιρῶν μεταβολὰς πολλοῖς ἀνιαράς λύπας ἐπιπέμπει· ὁπότε δὲ κακοποιὸς ἐπιδιακατέχει τὸν χρόνον, ἄπρακτος καὶ ἐπίνοσος δυσκαταγὼνιστος ἐναντιωμάτων πλήρης, ὡς καὶ πρὸς τοῖς κακοῖς ἀδρανῆ καὶ ἄτολμον καὶ πανοῦργον τὸν πάσχοντα διακηρύσσεσθαι, κἂν ἄξιος τυγχάνῃ, καὶ εἰς ἀπόγνωσιν τάς ἐλπίδας ἀνατυπούμενον διὰ τὴν τῶν καιρῶν κακίαν ἀνθελκόμενον ὑπὸ τοῦ λογισμοῦ πρὸς τά παράδοξα τῆς τύχης γενναῖον καὶ εὐπαρηγόρητον καθίστασθαι. ἐπὰν δὲ ἀγαθοποιοὶ κεκακωμένοι διακρατῶσι τούς χρόνους, ἀμφ οτέρως συμβήσεται, μετʼ ὠφελείας βλάβη, μετὰ δόξης δογματισμὸς καθαίρεσις κατηγορίαι ἐπισφαλεῖς φόβοι νόσοι εὐίατοι· ὅθεν ἡδονῇ καὶ λύπῃ συγκεκραμένοι οἱ πάσχοντες οὔτε πλῆρες φο σῦλον οὔτε ἀγαθὸν κεκτημένοι διατελοῦσι.