Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_XANTHUS
XANTHUS, Fragmenta 3
Not analysed yet
Ταῦτα δ ̓ εἰπὼν (Eratosthenes) τὴν Στράτωνος ἐπαινεῖ δόξαν τοῦ φυσικοῦ, καὶ ἔτι Ξάνθου τοῦ Λυδοῦ· τοῦ μὲν Ξάνθου λέγοντος, ἐπὶ Ἀρταξέρξου γενέσθαι μέγαν αὐχμὸν, ὥστ ̓ ἐκλιπεῖν ποταμοὺς, καὶ λίμνας καὶ φρέατα· αὐτὸν δὲ εἰδέναι πολλαχῆ πρόσω ἀπὸ τῆς θαλάσσης λίθους τε κογχυλιώδεις (quidam codd. Λίθους τε καὶ κογχ. alii: λίθον τε κογχυλιώδη), καὶ τὰ κτενώδεα, καὶ χηραμίδων τυπώματα, καὶ λιμνοθάλασσαν ἐν Ἀρμενίοις καὶ ἐν Ματτιηνοῖς (al. Ματτινηοῖς, prorsus abest a Cod. Veneto) καὶ ἐν Φρυγίᾳ τῇ κάτω· ὧν ἕνεκα πείθεσθαι τὰ πεδία ποτὲ θάλατταν γενέσθαι.