Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_XANTHUS
XANTHUS, Fragmenta 23
Not analysed yet
Ἀσκάλων, πόλις Συρίας πρὸς τῇ Ἰουδαίᾳ. Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν φησιν, ὅτι Τάνταλος καὶ Ἄσκαλος, παῖδες Ὑμεναίου· τὸν δὲ Ἄσκαλον ὑπὸ Ἀκιαμοῦ τοῦ Λυδῶν βασιλέως αἱρεθέντα στρατηγὸν, εἰς Συρίαν στρατεῦσαι· κἀκεῖ παρθένου (ἐρασθέντα), πόλιν κτίσαι, ἣν ἀφ ̓ ἑαυτοῦ οὕτως ὠνόμασε· τὰ αὐτὰ καὶ Νικόλαος ἐν τετάρτῃ ἱστορίᾳ (vid. Fragm. ed. Orell. pag. 116). . . . Λέγεται καὶ Ἀσκαλώνιον ἡ πόλις. Τὸ ἐθνικὸν Ἀσκαλωνίτης καὶ Ἀσκαλώνιος, ὡς Ξάνθος ὁ Λυδὸς, καὶ Ἀσκαλωνὶς θηλυκόν.