Ancient Greek · ~3 min
24 to 28
XANTHUS, Fragmenta 24-28
Not analysed yet
Σιδήνη, πόλις Λυκίας, ὡς Ξάνθος ἐν Λυκιακων (scr. Λυδιακῶν) τετάρτῳ. Τὸ ἐθνικὸν Σιδηνὸς, ὡς Σοφηνός. Μελάμπεια, πόλις Λυδίας, ἀπὸ Μελάμπου, ὡς Ξάνθος ἐν Λυκιακοῖς (scr. Λυδιακοῖς). Ἔλγος, πόλισμα Λυκίας (Λυδίας Ald.) ὡς Ξάνθος ἐν Λυκιακοῖς (scr. Λυδιακοῖς). Ναὶ μὴν καὶ Τέρπανδρον ἀρχαίζουσί τινες· Ἑλλάνικός γ ̓ οὖν τοῦτον ἱστορεῖ κατὰ Μίδαν γεγονέναι. Φανείας δὲ πρὸ Τερπάνδρου τιθεὶς Λέσχην τὸν Λέσβιον, Ἀρχιλόχου νεώτερον φέρει τὸν Τέρπανδρον· διημιλλῆσθαι δὲ τὸν Λέσχην Ἀρκτίνῳ, καὶ νενικηκέναι· Ξάνθος δὲ ὁ Λυδὸς περὶ τὴν ὀκτωκαιδεκάτην Ὀλυμπιάδα. Ξάνθος (δὲ) ἐν τοῖς ἐπιγραφομένοις Μαγικοῖς, Μίγνυνται δὲ, φησὶν, οἱ μάγοι μητράσι καὶ θυγατράσι· καὶ ἀδελφαῖς μίγνυσθαι θεμιτὸν εἶναι· κοινάς τε εἶναι τὰς γυναῖκας, οὐ βίᾳ καὶ λάθρα, ἀλλὰ συναινούντων ἀμφοτέρων, ὅταν θέλῃ γῆμαι ὁ ἕτερος τὴν τοῦ ἑτέρου.