Ancient Greek · ~3 min
Dfhg-Source dfhg1_XANTHUS
XANTHUS, Fragmenta 4
Not analysed yet
Ἀκούειν δ ̓ ἔστι καὶ τῶν παλαιῶν συγγραφέων· οἷα φησὶν ὁ τὰ Λύδια συγγράψας Ξάνθος, διηγούμενος οἷαι μεταβολαὶ κατέσχον πολλάκις τὴν χώραν ταύτην (Lydiam et Phrygiam), ὧν ἐμνήσθη μέν που καὶ ἐν τοῖς πρόσθεν· καὶ δὴ καὶ τὰ περὶ τὸν Τυφῶνα πάθη ἐνταῦθα μυθεύουσι, καὶ τοὺς Ἀρίμους, καὶ τὴν Κατακεκαυμένην ταύτην εἶναί φασιν· οὐκ ὀκνοῦσι δὲ καὶ τὰ μεταξὺ Μαιάνδρου καὶ Λυδῶν ἅπανθ ̓ ὑπονοεῖν τοιαῦτα (vulgo ταῦτα)· καὶ διὰ τὸ πλῆθος τῶν λιμνῶν καὶ ποταμῶν, καὶ τοὺς πολλαχοῦ κευθμῶνας τῆς γῆς. Ἡ δὲ μεταξὺ Λαοδικείας καὶ Ἀπαμείας λίμνη, καὶ βορβορώδη καὶ ὑπόνομον τὴν ἀποφορὰν ἔκει πελαγία οὖσα· φασὶ δὲ καὶ δίκας εἶναι τῷ Μαιάνδρῳ μεταφέροντι τὰς χώρας, ὅταν περικρουσθῶσιν οἱ ἀγκῶνες· ἁλόντος δὲ τὰς ζημίας ἐκ τῶν πορθμικῶν διαλύεσθαι τελῶν.