Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_XANTHUS
XANTHUS, Fragmenta 4-2
Not analysed yet
Μετὰ δὲ ταῦτ ̓ ἐστὶν ἡ Κατακεκαυμένη λεγομένη χώρα, μῆκος μὲν καὶ πεντακοσίων σταδίων, πλάτος δὲ τετρακοσίων, εἴτε Μυσίαν χρὴ καλεῖν· εἴτε Μῃονίαν· λέγεται γὰρ ἀμφοτέρως· ἅπαντα ἄδενδρος, πλὴν ἀμπέλου τῆς τὸν Κατακεκαυμενίτην φερούσης οἶνον, οὐδενὸς τῶν ἐλλογίμων ἀρετῇ λειπόμενον. Ἔστι δὲ ἡ ἐπιφάνεια τεφρώδης τῶν πεδίων· ἡ δὲ ὀρεινὴ καὶ πετρώδης, μέλαινα ὡς ἂν ἐξ ἐπικαύσεως. Εἰκάζουσι μὲν οὖν τινὲς ἐκ κεραυνοβολιῶν καὶ πρηστήρων συμβῆναι τοιοῦτο· καὶ οὐκ ὀκνοῦσι τὰ περὶ τὸν Τυφῶνα ἐνταῦθα μυθολογεῖν. Ξάνθος δὲ καὶ Ἀριμοῦν τινα λέγει τῶν τόπων τούτων βασιλέα.