Ancient Greek
59.3
Zeno Phil., Testimonia Et Fragmenta 59.3
Unproofread scanNot analysed yet
4 Ἐξέκλινε δέ, φησί, καὶ τὸ πολυδημῶδες, ὡς ἐπ᾽ ἄκρον καθίζεσθαι τοῦ βήθρου, κερδαίνοντα τὸ γοῦν ἕτερον μέρος τῆς ἐνοχλήσεως. οὐ μὴν οὐδὲ μετὰ πλειόνων δύο ἢ τριῶν περιεπάτει. ἐνίοτε δὲ καὶ χαλκὸν εἰσέπραττε τοὺς περιισταμένους τὸ διδόναι μὴ ἐνοχλεῖν, καθά φησι Κλεάνθης ἐν τῷ περὶ χαλκοῦ· πλειόνων τε περιστάντων αὐτόν, δεῖξας ἐν τῇ στοᾷ κατ᾽ ἄκρον τὸ ξύλινον περιφερὲς τοῦ βωμοῦ ἔφη· „τοῦτό ποτε ἐν μέσῳ ἔκειτο, διὰ δὲ τὸ ἐμποδίζειν ἰδίᾳ ἑτέθη· καὶ ὑμεῖς οὖν ἐκ τοῦ μέσου βαστάσαντες αὐτοὺς ἤττον ἡμῖν ἐνοχλήσετε. “